Ἀκολουθία καὶ Παρακλητικὸς Κανὼν τοῦ Ὁσίου Σάββα τοὐπίκλην Ἀχιλλέως, τοῦ Ἰαματικοῦ καὶ τῶν δαιμόνων Διώκτου
ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥΠΙΚΛΗΝ ΑΧΙΛΛΕΩΣ ΤΟΥ ΚΥΠΡΙΟΥ ΤΟΥ ΙΑΜΑΤΙΚΟΥ ΚΑΙ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΔΙΩΚΤΟΥ Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ Γ΄ Αὐγούστου. Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν. Ν οερῶς παιανίσωμεν* στρατιώτην θεάρεστον,* τὸν ἐχθροὺς καὶ δαίμονας ἐκνικήσαντα·* καὶ ταπεινῶς ἀκουσώμεθα τὸν ἔνθεον κήρυκα,* ὃς σαλπίζει καὶ καλεῖ* τραυματίας εἰς ἴασιν,* εἰς μετάνοιαν,* εἰς ἐλπίδα, εἰς πίστιν, εἰς ἀγάπην,* καὶ τοῦ Σάββα ταῖς πρεσβείαις* καθοπλισθέντες μαχώμεθα. Ἐ πὶ πᾶσαν τὴν δύναμιν* τοῦ ἐχθροῦ ὑπερίσχυσας* ἐξουσίαν ἔχων παρὰ Θεοῦ ἡμῶν* κατακρημνίζειν τὸν τύραννον ἐξ ὕψους εἰς βάραθρον·* διὸ πάντες οἱ πιστοὶ* ἀνυμνοῦμέν σε, ἅγιε,* ἀλλ’ οὐκ ἔχαιρες* διὰ τοῦτο· σὺ δὲ ἠγαλλιάσθης* ὅτι Κύριος ἐγγράφει* ἐν οὐρανοῖς τὸ σὸν ὄνομα. Ὡ ς μισθόν σου ἐνόμιζες* τὸ φυλάττειν μὲν ποίμνην σου*...