Ἀκολουθία καὶ Παρακλητικὸς Κανὼν τοῦ Ὁσίου Σάββα τοὐπίκλην Ἀχιλλέως, τοῦ Ἰαματικοῦ καὶ τῶν δαιμόνων Διώκτου



ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥΠΙΚΛΗΝ ΑΧΙΛΛΕΩΣ ΤΟΥ ΚΥΠΡΙΟΥ ΤΟΥ ΙΑΜΑΤΙΚΟΥ ΚΑΙ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΔΙΩΚΤΟΥ

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ Γ΄ Αὐγούστου.

Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

Ν

οερῶς παιανίσωμεν* στρατιώτην θεάρεστον,* τὸν ἐχθροὺς καὶ δαίμονας ἐκνικήσαντα·* καὶ ταπεινῶς ἀκουσώμεθα τὸν ἔνθεον κήρυκα,* ὃς σαλπίζει καὶ καλεῖ* τραυματίας εἰς ἴασιν,* εἰς μετάνοιαν,* εἰς ἐλπίδα, εἰς πίστιν, εἰς ἀγάπην,* καὶ τοῦ Σάββα ταῖς πρεσβείαις* καθοπλισθέντες μαχώμεθα.

πὶ πᾶσαν τὴν δύναμιν* τοῦ ἐχθροῦ ὑπερίσχυσας* ἐξουσίαν ἔχων παρὰ Θεοῦ ἡμῶν* κατακρημνίζειν τὸν τύραννον ἐξ ὕψους εἰς βάραθρον·* διὸ πάντες οἱ πιστοὶ* ἀνυμνοῦμέν σε, ἅγιε,* ἀλλ’ οὐκ ἔχαιρες* διὰ τοῦτο· σὺ δὲ ἠγαλλιάσθης* ὅτι Κύριος ἐγγράφει* ἐν οὐρανοῖς τὸ σὸν ὄνομα.

ς μισθόν σου ἐνόμιζες* τὸ φυλάττειν μὲν ποίμνην σου* ἐκ δαιμόνων, μάγων καὶ παραπτώσεων,* τὸ τὴν ψυχήν σου τιθέναι δὲ* ὑπὲρ τῶν προβάτων σου,* ἵν’ ἀκούωσι φωνῆς* τοῦ καλοῦ ἀρχιποίμενος* τοῦ παρέχοντος* τὴν χαράν σοι σὺν πᾶσι τοῖς ἀγγέλοις* καὶ σὺν πᾶσι τοῖς προβάτοις* τοῖς πλανηθεῖσι τὸ πρότερον.

Τ

ῷ σῷ νῷ τὴν ἐγρήγορσιν,* τῷ σῷ στόματι δέησιν,* ἐν χερσί σου ἔλεον καὶ παράκλησιν* καὶ τοῖς σοῖς γόνασιν ἄσκησιν, τοῖς ὄμμασι δάκρυα,* ἐν κοιλίᾳ ἐγκρατεῖ* τὴν νηστείαν καὶ πίστιν μὲν* τῇ καρδίᾳ σου* σὺ κηρύττεις, ὦ Σάββα θεηγόρε,* τοῖς ἐν πίστει προσκυνοῦσι* σὸν ἀεισέβαστον σκήνωμα.

Δόξα. Ἦχος πλ. δ΄.

Δ

ιεφυλάχθης, ὅσιε Σάββα,* σῷος ἀπὸ τῶν βαρβάρων,* ἁγνὸς ἀπὸ τοῦ κόσμου,* ἀρραγὴς ὡς σκεῦος ἐκλογῆς,* ἵνα τοὺς δαίμονας συντρίψῃς* ὡς σκεύη κεραμέως.

Καὶ νῦν. Θεοτοκίον.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δ

αίμονας τοὺς φρικτοὺς* ἐδίωκες καὶ μάγους,* εὐχαῖς ταῖς τῶν πατέρων,* ἰάσεις δημοσίᾳ,* παρέχων, ὡς ὁ Κύριος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Λ

όγον προφητικὸν* ἐκήρυξας, θεόφρον,* ἵνα καλέσῃς πάντας* εἰς πνεῦμα μετανοίας* καὶ φόβου λύσῃς ἅλυσιν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Σ

κήνωμα ἱερὸν* ἀνήγειρας, ὦ κτίτορ,* ἵνα Θεὸν δοξάσῃς·* εὐπρέπισον οὖν, πάτερ,* ναὸν ψυχῆς τῶν τέκνων σου. 

Δόξα. Τριαδικόν.

νωσιν ὡς ποθῶν* Τριάδι τῇ Ἁγίᾳ* ἐκ τῆς νεότητός σου,* τοῦ κόσμου ἐχωρίσθης* διδάσκων τὴν ἀπάθειαν.

Καὶ νῦν. Θεοτοκίον.

Χ

αῖρε, ἡ ἐκ φλογὸς* τῆς βάτου καιομένης* μὴ πειρασθεῖσα πάλαι.* Κατάσβεσον οὖν πάντων* παθῶν τὸ πῦρ, ὦ Πάναγνε.

Ὁ ἱερεύς· Νῦν ἀπολύεις...

Τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

 Σάββα, δοχεῖον καθαρόν,* τοῖς πιστοῖς ἐξέχεας* τὰ διαυγέστατα ὕδατα* τοῦ Πνεύματος, ἁγνέ·* προφητῶν γὰρ λόγον* ἀκριβῶς ἐδίδαξας* καὶ τούτους μιμησάμενος γέγονας* ὁ κῆρυξ, ὅσιε,* τῶν ἐσχάτων καὶ διδάσκαλος* μετανοίας τοῖς σοῖς τέκνοις ἅπασιν.

 πάτερ ἀκτῆμον καὶ πτωχέ,* Παραδείσου κέκτησαι* τὸν θησαυρὸν καὶ τὸν πλοῦτόν σου* διένειμας ἡμῖν·* τῶν Γραφῶν τὴν πήραν* τῶν Ἁγίων, ὅσιε,* βαστάσας καὶ τὴν ῥάβδον τῆς πίστεως* μισθοῦ τῆς Χάριτος* ἀπολαύεις ὡς ἀπόστολος* καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Φ

ωνὴ ἐκβοῶσα ἰσχυρῶς* ἐν ἐρήμῳ πόλεων,* τῆς ἁμαρτίας ἐσίγασας* τὸ καῦμα ἐν ἡμῖν* καὶ τὴν δρόσον, πάτερ,* τοῖς πιστοῖς κατήρδευσας* βλαστάνων μετανοίας γεώργιον·* διό σοι κράζομεν·* μὴ παρίδῃς τῆς ψυχῆς ἡμῶν* ἀκαρπίαν καὶ τὴν δίψαν, ὅσιε.

Προσόμοια ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

ξεων πορνείας τε* καὶ τοῦ καπνοῦ καὶ τοῦ οἴνου,* κοσμικῆς ἐνδύσεως,* βλασφημίας νάρκης τε τῆς τοῦ σώματος* τὴν ἀχλὺν ἔλυσας* καὶ ὀσμὴν δυσώδη* ἐν ἀγκάλαις μὲν δεχόμενος* τοὺς δούλους ἅπαντας* τοὺς ἐν ἀσωτίᾳ διάγοντας,* παιδεύων δὲ τὰ τέκνα σου* ἐν τῆς σωτηρίας ταῖς ἕξεσιν,* ἵνα διὰ τούτων* ἐν κόλποις πατρικοῖς τοῖς τοῦ Θεοῦ* τὴν εὐωδίαν αἰσθώμεθα* καὶ φῶς τὸ αἰώνιον.

Κ

ύπρου ἱερώτατον* τῆς ἑλληνίδος τὸ κλέος,* Σάββα, ὑπὲρ πίστεως* καὶ πατρίδος τέθυκας σὴν νεότητα·* καὶ ποθῶν ἕνωσιν* τῇ μητρὶ Ἑλλάδι* Θεομήτωρ σε διέσωσεν,* ὦ σκεῦος ἅγιον,* ἐν ᾧ ἐχωρήθημεν ἅπαντες* ἡμεῖς οἱ ὑστερούμενοι* τῆς τοῦ Παραδείσου οἰκήσεως,* ἵνα σαῖς πρεσβείαις* ἑνώσῃς τῷ παντάνακτι Χριστῷ* ἡμᾶς τοὺς πόθῳ ζητοῦντάς σοι* πατρίδα οὐράνιον.

Δ

έσμιος γενόμενος* ὑπὸ ἀνόμων βαρβάρων* τοῖς πιστοῖς συνέπασχες* τοῖς ὑπὸ τὴν ἅλυσιν τοῦ ἀλάστορος·* τὸ παθεῖν ἤθελες* τοῦ τιμᾶσθαι μᾶλλον* ὡς παθήματα ἡγούμενος* τιμὴν καὶ δόξαν σου* καὶ ὡς ἀπαθείας τὴν δίοδον,* δι’ ἧς ἀπελευθέρωσον* ἐκ δεσμωτηρίου τοῦ δαίμονος* πάντας τοὺς τιμῶντας* τὴν μνήμην σου, στερρότατε λυτήρ,* ἐν παρρησίᾳ δεόμενος* ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Δόξα. Ἦχος ὁ αὐτός.

Δ

εῦτε ᾄσωμεν ἐπινίκιον ᾠδὴν* τῷ Σάββᾳ τῷ ὁσίῳ·* τῷ μιμητῇ Δαυΐδ,* τοῦ ἀόπλου ποιμένος,* τοῦ μιᾷ σφενδόνῃ καὶ λίθῳ ἑνὶ* πατάξαντος τὴν ἐπηρμένην ὀφρὺν* τοῦ πανόπλου βαρβάρου Γολιάθ.* Ἀλλὰ σύ, Σάββα, ποιμὴν ἡμῶν,* νίκας ὑπερτέρας αὐτῆς κατώρθωσας* ὡς οὐ μόνον ὁρατούς,* ἀλλὰ καὶ ἀοράτους ἐχθροὺς* φανερώσας καὶ συντρίψας.* Ἀπέκρουες τὰς ἐξ ἀλλοφύλων βασάνους* τῷ λίθῳ τῆς προσευχῆς·* τὰς σπονδὰς τῶν κοσμικῶν συνηθειῶν* τῷ λίθῳ τῆς ἐγκρατείας·* τὰς ἰαχὰς τῆς βλασφημίας* τῷ λίθῳ τῆς συγχωρήσεως·* τὰς ῥομφαίας τῶν δαιμόνων* τῷ λίθῳ τῆς ἁγνείας·* τὰ βέλη τοῦ ψεύδους* τῷ λίθῳ τῶν Γραφῶν.* Καὶ οὕτως ἔδειξας ἡμῖν* ὅτι οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις,* ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τ

ίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;* τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον;* Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής,* ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν* ἀφράστως σαρκωθείς,* φύσει Θεὸς ὑπάρχων* καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς,* οὐκ εἰς δυάδα προσώπων τεμνόμενος,* ἀλλ’ ἐν δυάδι φύσεων* ἀσυγχύτως γνωριζόμενος.* Αὐτὸν ἱκέτευε,* σεμνὴ Παμμακάριστε,* ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν.

Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(κεφ. γ΄ 1-9)

Δ

ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(κεφ. ε΄ 15-23 καὶ στ΄ 1-3)

Δ

ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(κεφ. δ΄ 7-15)

Δ

ίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιόμελα. Ἦχος β΄.

Τ

ὸ μὲν κεκρυμμένον τοῦ ὄφεως ψεῦδος* τοὺς ἁγνοὺς ἐξηπάτησεν,* ἡ δὲ ἀλήθεια ἡ ὑπὸ σοῦ διδαχθεῖσα* τοὺς ἐν ἀγνοίᾳ, ὦ Σάββα, ἠλευθέρωσε* καὶ τοὺς ἀοράτους ἐχθροὺς ὁρατοὺς κατέστησε. 

Ἦχος ὁ αὐτός.

δονὴ καὶ ὀδύνη τῇ φύσει τῆς σαρκὸς οὐ συνεκτίσθησαν.* Ἀλλ’ ἡμεῖς τὴν κατὰ φύσιν τοῦ νοῦ* πρὸς Θεὸν ἔφεσιν εἰς τὰ αἰσθητὰ κινήσαντες* τῇ ἀπάτῃ τοῦ ὄφεως,* τὴν παρὰ φύσιν ἡδονὴν ἐγνώκαμεν.* Καὶ νῦν τροφὴν ἐκζητοῦντες ἡδονῆς,* ὀδύνης γευόμεθα πικρᾶς.*  Ὑπὲρ ἡμῶν οὖν αἴτησαι τὸν ἄρτον τῆς ζωῆς, Σάββα ὅσιε,* ἵνα τῆς κατὰ φύσιν τρυφῆς τοῦ Παραδείσου ἐμπλησθῶμεν* καὶ μὴ ὑπ’ ἀνάγκης καὶ θανάτου ἀπολώμεθα.    

Ἦχος ὁ αὐτός.

Τ

ὸ ἐπιβάλλον ζητοῦντες μέρος τῆς οὐσίας,* τὴν γύμνωσιν τῶν πρωτοπλάστων δικαίως ἐλάβομεν.* Διό, Σάββα ὅσιε,* σπεῦσον, ἅπλωσον τὰς χεῖρας* ἐν στοργῇ πατρικῇ·* κάλυψον τὴν γύμνωσιν* χωρῶν καὶ ἡμᾶς ἐν τῇ ἀγκάλῃ σου·* καταφίλησον ἡμᾶς ἐν χαρᾷ καὶ ἀγάπῃ* καὶ ἀπόθες ἡμᾶς* ἐν τοῖς κόλποις τοῖς φιλοστόργοις* τοῦ Πατρὸς ἡμῶν.

Ἦχος ὁ αὐτός.

Ε

ἰς χώραν μακρὰν ἀποδημήσας ὁ ἄσωτος,* ἑκτὸς ἐμαυτοῦ τὸν βίον διάγω.* Ἀλλά σύ, Σάββα ὅσιε, ἀστὴρ φαεινέ,* ὁδήγησόν με εἰς ἐμαυτόν,* ὅπου γραπτός ἐστιν ὁ νόμος τοῦ Θεοῦ.   

Δόξα. Ἦχος πλ. δ΄.

Τ

ὰ συντετριμμένα τῆς ψυχῆς ἡμῶν μέλη* θεραπεύεις, Σάββα ἰαματικέ.* Ἐξανίστης ἡμᾶς τοὺς πεπτωκότας* τοῖς σφονδύλοις τῆς πίστεως καὶ τῆς εὐσεβείας.* Συναρμόττεις αὐτοῖς χεῖρας ἐλεημοσύνης* καὶ γόνατα ταπεινοφροσύνης.* Συνετίζεις ἡμᾶς τοὺς πεπλανημένους* ἐν κρανίῳ φρονήσεως καὶ δικαιοσύνης.* Ζωοποιεῖς ἡμᾶς τοὺς τεθανατωμένους* ἐν καρδίᾳ ἐλπίδος* καὶ ὄψει πραότητος κατακοσμεῖς. Γαστρὶ ἐγκρατείας* ἡμᾶς τοὺς ἀκρατεῖς ἀνατρέφεις. Οὕτως συνηρμοσμένοι* ἀξιωθεῖμεν παραστῆναι ἀνακεκαινισμένοι* ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Σ

τῦλε φλογερώτατε, ἱερουργῶν ἀνεβίβασας* τὰς εὐχάς τε θυσίας τε·* ἐν σοὶ ἐστηρίχθησαν τῶν πιστῶν ἐλπίδες·* τοὺς πεπλανημένους ἐκ τῶν αἱρέσεων, φωστήρ,* ἐφωταγώγησας καὶ διέσωσας·* κατέφλεξας τοὺς δαίμονας καὶ τῆς μαγείας τὰ φάρμακα·* φλογερῶς καὶ νῦν πρέσβευε,* ὑπὲρ πάντων τῶν τέκνων σου.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χ

είμαρρε τῆς πίστεως, οἱ διωγμοί σε οὐκ ἔφραξαν* καὶ αἱ θλίψεις καὶ κίνδυνοι·* ἀδάμαν, αἱ μάχαιραι οὐ συνέθρυψάν σε·* οὐκ ἐχώρισέ σε ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ* ἡ ματαιότης ἡ ἀνεμόεσσα,* ἀλλὰ κατατρωθεὶς ἐκ τῆς φιλανθρωπίας τοῖς πάσχουσι* μετ’ ἐκείνων συνέπασχες,* ἰατὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μ

άτην ἐκοπίασαν οἱ οἰκοδόμοι μὴ ἔχοντες* τὸν πηλὸν τὸν αἰώνιον,* ἀλλὰ σὺ χοῦν ἔμιξας γονατίζων, κτίτορ,* σὺν τοῖς σοῖς δακρύοις, ἵν’ ἀνεγείρῃς καὶ ἡμᾶς*  ἐνδοξοτάτους ναοὺς τοῦ Πνεύματος·* διόπερ νῦν ἐκρίζωσον τῆς ἀμελείας θεμέλιον* καὶ τὰ πάθη κατάρριψον* καὶ μετάνοιαν αὔξησον.

Δόξα. Ἦχος πλ. δ΄.

σιε Σάββα,* ὡς ἀηδὼν ἡ οὐ δουλωθεῖσα* ὑπὸ παθῶν, βαρβάρων καὶ δαιμόνων* τὰς ψυχὰς ἡμῶν* τῷ γλυκεῖ ᾄσματι τῆς ἐλπίδος* καὶ τῆς σωτηρίας ηὔφρανας.* Ὡς χελιδὼν ἡ ἀναγγέλλουσα τὸ ἔαρ* ἐκήρυξας τὴν μετάνοιαν τὴν ἰαματικὴν* ἐν τῷ δριμεῖ χειμῶνι τῆς ἀμελείας.* Νῦν ᾄδων ἐν τοῖς οὐρανοῖς* πρέσβευε ὑπὲρ τοῦ συνᾴδειν σοι* ἀκαταπαύστως καὶ ἡμᾶς* ἑορταζόντων τὸν ἦχον* καὶ καθορᾶν τὸ κάλλος τὸ ἄρρητον* τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις... Τρισάγιον. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τ

ῇ πατρίδι, τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι,* Σάββα, ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας∙* νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ* ἐπάταξας δαιμόνων τὴν ὁρμήν·* τῶν πατέρων, ἀποστόλων καὶ προφητῶν* τὰ ῥήματα ἐκήρυξας.* Χαίροις, τῆς Κύπρου βλάστημα σεπτόν·* χαίροις, πιστῶν ἡ ἀντίληψις·* χαίροις, ὁ ταῖς εὐχαῖς σου πρὸς Θεὸν* βρύων ἰάματα.

Θεοτοκίον.

Τ

οῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε,* σὺν τῇ φωνῇ ἐσαρκοῦτο* ὁ τῶν ὅλων Δεσπότης* ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,* ὡς ἔφη ὁ δίκαιος Δαυΐδ·* ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν*, βαστάσασα τὸν κτίστην σου.* Δόξα τῷ ἐνοικήσαντι ἐν σοί·* δόξα τῷ προελθόντι ἐκ σοῦ·* δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς* διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 Σάββα, γινώσκομεν σὲ στρατιώτην Χριστοῦ,* Ἑλλάδος ὑπέρμαχον καὶ νοητῶν παλαιστῶν* ἀλείπτην πολύπειρον·* πάντας τοὺς ἐν παλαίστρᾳ ἐν ἐλαίῳ ἀλείφεις*  γνοὺς τὰς λαβὰς δαιμόνων πονηρῶν καὶ τῶν μάγων,* στεφάνοις τοῖς οὐρανίοις ἵνα γεραίρωνται. 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μ

αρίαν γινώσκομεν ἅμα μητέρα Θεοῦ* καὶ ὄντως ὑπέραγνον καὶ μεταστᾶσαν ἐκ γῆς* ἐν κόλποις Θεοῦ ἡμῶν·* νόων τῶν οὐρανίων ὑπερτέρα ἐδείχθη,* πάντων βροτῶν ὑπάρχει ἡ ἐλπὶς καὶ προστάτις* καὶ ῥῦσις ἐκ τοῦ ἀπαύστου φθόνου τοῦ δαίμονος.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.

Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.

Τ

ὸ προσταχθὲν θαυμαστῶς λαβὼν ἐν γνώσει* ἐν ἐμφανίσει τῆς μητρὸς Θεοῦ Μαρίας* ἠξιώθης, ὦ Σάββα, τῆς ἱερωσύνης·* ὡς στῦλος, ἀναβιβάζεις τὰς προσευχάς,* πυρίμορφος, ἁγιάζων πάντας πιστούς,* οἳ πρὸς σὲ καταφεύγουσι* ζητοῦντες, πάτερ ἁγνέ,* τὴν ἴασιν καὶ ἄφεσιν* πάσης νόσου καὶ πτώσεως.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

φανερώθης τοῖς θαῦμα οὐ ζητοῦσι* καὶ ἐγνωρίσθης ἐξ ἁγνῶν πιστῶν ἀνθρώπων,* οἳ κληθήσονται μάκαρες ἐν παραδείσῳ.* Τοὺς νόμους κατανοοῦσι πνευματικοὺς* τηροῦντες ἐν ἀκριβείᾳ νόμον Θεοῦ,* ὅν, Παρθένε, ἐφύλαξας·* διὸ ἀγγέλου μορφὴ* ἐφάνη σοι κραυγάζουσα· χαῖρε, Νύμφη Ἀνύμφευτε.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ς ἐκ τῶν φύλλων ἀναπνεῖ μὲν τὸ δένδρον,* ἃ περιβάλλουσι καρπὸν ἀσφαλείᾳ* περικοσμοῦντα χάριτι καὶ κάλλει αὐτόν,* οὕτω δὴ καὶ ἡ ἀλήθεια* ἐν τοῖς τύποις φυλάσσεται.* Τοῦτο καὶ σὺ ἔδειξας* τοῖς λόγοις σου τοῖς θείοις* τοῦ διαβόλου πρόφασιν ὡς γνούς,* ὅστις προσβάλλει* τοὺς τύπους μὴ σέβοντας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τ

ὰς διανοίας καθαρίσωμεν πρῶτον* καὶ τὴν πεντάδα τῶν αἰσθήσεων πάντες* πρεσβευτικαῖς δεήσεσι Παρθένου Μητρός,* ὥστε δὴ καὶ τὸ ἀρχέτυπον* διαβλέπειν τῶν τύπων,* σέβειν καὶ νοεῖν αὐτούς,* ὡς Μήτηρ τοῦ Κυρίου* ἐν τῷ ναῷ ἐτήρησεν αὐτοὺς* καὶ ἐξηγνίσθη* ἀγγέλων ὑπέρτερον.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (κεφ. στ΄ 17-23). Ζήτει τῇ Ε΄ Δεκεμβρίου.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...

Ὁ Ν΄ (50ὸς) Ψαλμός.

Δόξα.

Τ

αῖς τοῦ σοῦ ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Τ

ί ποιήσωμεν; ἔλεγον τῷ Σάββα,* τῷ εἰς τόπον χλοερὸν τῆς θείας Χάριτος κατασκηνοῦντι.* Τοῖς μὲν δαιμονιζομένοις ἀπεκρίνετο·* μετανοεῖτε, προσεύχεσθε, νηστεύετε.* Τοῖς δέ πτωχοῖς·* ἐλπίσατε ἐπὶ τὸν ἀναστάντα Κύριον.* Τοῖς δὲ πεινῶσι·* φάγετε οὐ κεράτια τῆς ἀσωτίας* ἀλλὰ καρποὺς τῆς καρτερίας.* Τοῖς κλαίουσι·* χάρητε ὅτι Κύριος προφητεύων καὶ παιδαγωγῶν* οὐκ ἐγκατέλιπεν ὑμᾶς.* Τοὺς δὲ διωκομένους* ἐδίδαξεν ὁ βίος αὐτοῦ.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·

Σάββαν αἰνεῖ Ἀθανάσιος τὸν ἰαματικόν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σ

ταυρὸν σημειώσας ἐν τοῖς πιστοῖς* τῆς ἐλευθερίας ἐφανέρωσας τὴν ὁδὸν* ἐν τῆς ἁμαρτίας τῇ θαλάσσῃ* καὶ Φαραὼ δαιμονίου τοῖς ἅρμασιν.

πάντων θελγήτρων καταφρονῶν,* ὡς τῶν Αἰγυπτίων κατεφρόνησεν ὁ Μωσῆς,* καὶ τὰς κακουχίας προτιμήσας* τῶν ἀσθενούντων παράκλησις γέγονας.

Β

αρβάρους ποντίσας εἰς τὸν βυθὸν* τὰ νῶτα Κυρίου προκατεῖδες, ὡς ὁ Μωσῆς.* Διὸ τὴν τελείωσιν ποθήσας* κατὰ δαιμόνων τὸν πόλεμον ἤγειρας.

Θεοτοκίον.

Β

ατὴν ἐποιήσατο ὁ Χριστὸς* ὁδὸν σωτηρίας ἐν συλλήψει παρθενικῇ·* διὸ εὐγνωμόνως ἐκβοῶμεν·* τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

καρπίαν κατέπαυσας τῶν ψυχῶν, ὅσιε,* τῶν ἐξηραμμένων ἐκ πλήθους* τῶν παραπτώσεων·* τῶν δὲ Γραφῶν ταῖς ῥοαῖς* καὶ μετανοίας τῇ δρόσῳ* ἀρετῶν γεώργιον,* Σάββα, ἐπότισας.

Ν

εανίας ἠρνήσω τὸ κοσμικὸν φρόνημα* καὶ τοῦ ἱερέως χλαμύδα, Σάββα, ἐπόθησας* τῶν ἐμπαιγμάτων λαβὼν* καὶ τῶν διώξεων πεῖραν,* ἀλλ’ οὐκ ἔστιν ἅγιος* πλήν Σου, ἐκραύγαζες.

γνωσίαν καθεῖλες τὴν ζοφεράν, ὅσιε,* τὰς τῶν δαιμονίων παγίδας, Σάββα, ἐφώτισας·* διὸ καὶ τέκνα πολλὰ* κατηξιώθης ἐνθάλπειν* πατρικῇ ἀγκάλῃ σου* καίπερ ὢν ἄγαμος.

Θεοτοκίον.

εραῖς ἱκεσίαις ὀνειδισμὸς ἔπαυσεν·* ἐκ θεοπατόρων γὰρ πύλην Κύριος ἤγειρε* τὴν ἀδιόδευτον* καὶ κιβωτὸν τὴν ἁγίαν, ἣν ζωῆς ὁ αἴτιος* μόνος κατῴκησε.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Β

ίον ἔζησας τῆς χαρμολύπης·* πάθη τέθυκας σταυροειδῶς γάρ·* διὸ δαίμονες σὲ τρέμουσιν, ὅσιε,* ὥσπερ Σταυρὸν ὠρυόμενοι φρίττουσι* καὶ τοὺς ἱκέτας τοὺς πίστει σοι ψάλλοντας·* πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Σ

τῆθος ἔτυπτες ὀδυρομένη,* κάλλος ἔξαινες τιτρωσκομένη,* καθορῶσα τὸν Υἱόν σου ὑψούμενον* ἐπὶ Σταυροῦ τοῦ τιτρώσκοντος δαίμονας* καὶ τοὺς ἀνθρώπους Θεῷ συνενώσαντος·* πᾶσι φέροντος φιλίαν βροτοῖς καὶ ἄφεσιν,* παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Ν

εανίας ὑπάρχων* τῆς ἱερωσύνης σου τὸ μυστήριον* προκατεῖδες ἐν ὁράματι* ἐννοῶν τὸ ὕψος τῆς θεότητος.

Ε

ἰσακήκοας, ὅσιε,* ἐκ τοῦ εἰκονίσματος τοῦ φωνήεντος* τῆς γλυκείας Θεομήτορος,* ἣ βαρβάροις τύφλωσιν ἐπήνεγκεν.

ερὰς διηρμήνευες* ἐξ ἀποκαλύψεως τοῦ Θεοῦ ἡμῶν* προφητείας τὰς τοῦ Πνεύματος,* ὡς καλέσῃς πάντας εἰς μετάνοιαν.

Θεοτοκίον.

ββακοὺμ προφητεύοντος* τῆς ἐνανθρωπήσεως τὸ μυστήριον* προὐτυπώθης ἐν ὁράματι* ὡς τὸ ὄρος, Μῆτερ, τὸ κατάσκιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Θ

αῦμα ὡς εἰδὼς* Ἡσαΐου, ὃς τὸν ἄνθρακα* ἐκ τῆς λαβίδος Σεραφὶμ προσλαβὼν* ἐκαθαρίσθη,* ζωὴν καθαρὰν ἐκήρυττες.

παντες, ποιμήν,* εἰ καὶ ἤκουον τῶν λόγων σου,* ποιμενικὴν οὐκ ἔγνωσαν σὴν φωνήν·* καὶ συνιέντες,* συνῆκαν οὐδὲν καυχώμενοι.

Ν

έος, ὡς ἀστήρ,* ἀνεφάνης κῆρυξ, ὅσιε,* πρὸ τῆς δευτέρας παρουσίας Χριστοῦ,* ὡς Ἡσαΐας* τὴν πρώτην ἡμῖν ἐκήρυξεν.

Θεοτοκίον.

σπορον γονὴν* Ἡσαΐας προεφήτευσεν,* ἐξ ἧς ἐβλάστησε Χριστὸς ὁ Θεός·* διὸ ἀγγέλων* δυνάμεις πρὸς σὲ ἐξίστανται.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

Σ

αγήνην οὐ* ῥητορείας ἔρριψας,* ἀλλ’ ὁλκὴν τὴν τοῦ Σταυροῦ καὶ τῆς Βίβλου,* ἵν’ ἐκ βυθοῦ ναυαγοὺς ἀνελκύσῃς* τοῦ τῶν αἱρέσεων, μάγων καὶ ἕξεων,* οἳ ψάλλουσιν, ὡς Ἰωνᾶς·* ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

άσεων* ἠξιώθης, ὅσιε,* προσευχῇ καὶ τῇ νηστείᾳ ἐμμένων,* ὡς Νινευὴ δι’ αὐτῶν ἐλυτρώθη* καὶ διὰ τούτων Θεὸς μετενόησεν·* ἀπέστρεψε δὲ τὴν ὀργὴν* μετανοίας βραβεύων τὸ φρόνημα.

Ο

ἱ ῥάθυμοι* ἐν τῷ ὕπνῳ ῥέγχομεν,* ὡς καθηῦδε Ἰωνᾶς ἐν τῷ σάλῳ·* τῇ Νινευῇ ὡμοιώθημεν ὅλως,* ἀλλ’ ἀφυπνίζων σὰ τέκνα ἐκήρυττες·* προσεύχεσθε προσεκτικῶς,* ἵν’ ἐχθρὸν τὸν ἀκοίμητον πλήξητε.

Θεοτοκίον.

Σ

κιάζουσα* Ἰωνᾶν εἰ ἔσκεπε* κολοκύνθη, ἡ προσκαίρως φυεῖσα,* πόσῳ δὲ σύ, Ἀειπάρθενε, μᾶλλον* ἡ ἐφαπλοῦσα τὴν σκέπην σου ἅπασι* τοῖς δούλοις σου τοῖς ταπεινοῖς* ὡς νεφέλην ὁλόφωτον πάντοτε.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τ

ῶν ἀγγέλων σήμερον* πανηγυρίζουσι τάξεις,* τῶν ὁσίων λάμπουσι* τὰ ὑπερλάμποντα ἄστρα·* ἥρωες τιμητικῶς σε ἀνευφημοῦσιν·* ἅπαντες σὴν εὐσπλαγχνίαν δοξολογοῦσι·* τὰς ἰάσεις γὰρ ἐκχέεις,* ὦ Σάββα πάτερ, ὁ ἰατὴρ τῶν πιστῶν.

Ὁ Οἶκος.

ξ ἀμπέλου Χριστοῦ δρέψωμεν· κλῆμα ἤνθισε·* νοητὴν σταφυλὴν φάγωμεν, Σάββαν ὅσιον,* τὸν κεκαθαρμένον, καρπὸν ἵνα φέρῃ.* Ἐπ’ ἄρτῳ μόνον ζῆν γὰρ τὸν ἄνθρωπον οὐκ ἔστιν ὠφέλιμον,* ἀλλ’ ἐπὶ τοῖς θείοις ῥήμασιν·* ὧν τὴν γεῦσιν εἶχες τὴν γλυκαίνουσαν* πικρὰς ἀνάγκας, παντοίας νόσους* οὐ μόνον σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς τῆς ἐν ἡμῖν·* διὰ τοῦτο αἰνοῦντες ἐκβοῶμέν σοι τὸν ὕμνον· ὦ Σάββα πάτερ, ὁ ἰατὴρ τῶν πιστῶν.

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς Γ΄ Αὐγούστου. Εἶτα λέγομεν·

Τ

ῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Σάββα, τοὐπίκλην Ἀχιλλέως, τοῦ Κυπρίου, τοῦ ἰαματικοῦ καὶ τῶν δαιμόνων διώκτου, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει δισχιλιοστῷ δεκάτῳ ἕκτῳ (2016).

Στίχοι. Ὁ Σάββας σαββατίζει βρύων ἰάσεις

  καὶ φέρει σαββατισμὸν τοῖς ἀνιάτοις.

Συναξάριον.

 ὅσιος Σάββας, ὁ ἐπικαλούμενος Ἀχιλλέως, ὁ Κύπριος, ὁ ἰαματικὸς καὶ τῶν δαιμόνων διώκτης, ἐγεννήθη τῇ δευτέρᾳ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει χιλιοστῷ  ἐνακοσιοστῷ τριακοστῷ (1930) ἐν Ἁλώνῃ Λευκωσίας τῆς μαρτυρικῆς καὶ ἁγιοτόκου νήσου Κύπρου. Ἦν δὲ τὸ πέμπτον καὶ νεώτερον τέκνον πτωχῆς οἰκογενείας ἀγροτῶν, ἔχον εὐσεβεῖς καὶ φιλοπάτριδας γονεῖς. Ἡ μάμμη αὐτοῦ ηὔχετο αὐτῷ φαιλόνια ἱερατικὰ ἐνδύεσθαι καί, ὡσὰν χελιδών, ψάλλειν ἐν τοῖς ναοῖς.

Φιλόμουσος ὢν ἤσκησε τὰ μουσικὰ ὄργανα τοῦ βιολίου καὶ τοῦ αὐλοῦ πρὸς τέρψιν τῶν οἰκείων καὶ τῶν κατοίκων τοῦ χωρίου αὐτοῦ.

Ἀλλ’ ὁ νέος οὗτος μᾶλλον τούτων ἐτέρπετο ὑπὸ τοῦ ἱεροῦ πόθου τῆς ἐλευθέρας Κύπρου. Αἱ ἀδικίαι τῶν Βρεττανῶν καὶ Ἀγαρηνῶν δυναστῶν τῆς νήσου οὐκ ἐφόβησαν αὐτόν, ἀλλ’ ἐνεδυνάμωσαν τὴν φιλοπατρίαν αὐτοῦ. Νέου ὄντος Βρεττανοὶ στρατιῶται εἰσέβαλον εἰς τὸ χωρίον αὐτοῦ καὶ ἥρπασαν τὸν ἑψημένον ἄρτον ἐκ τῶν μητέρων.

Τοιαῦτα οὖν βιώσας προθύμως ἐστρατολογήθη, τῇ εὐλογίᾳ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ Ἀναργύρου Σταματοπούλου καὶ τοῦ πατρὸς Σταύρου Παπαγαθαγγέλου, ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ πέμπτῳ (1955) ὑπὸ τῆς Ἐθνικῆς Ὀργανώσεως Κυπρίων Ἀγωνιστῶν πρὸς ἔνοπλον ἀγῶνα ὑπὲρ τῆς ἐλευθερίας καὶ ἑνώσεως τῆς Κύπρου μετὰ τῆς μητρὸς Ἑλλάδος.

Τοιαύτη ἦν ἡ πολεμικὴ αὐτοῦ δρᾶσις· πωλῶν καρποὺς εἰς τὴν μεγάλην ἀγορὰν τῆς Λευκωσίας, μυστικῶς καὶ σωφρόνως ἐνεργῶν, ἔκρυπτε ὅπλα εἰς τοὺς καρποὺς καὶ ἐμάνθανε ἀγγελίας περὶ τὰς Βρεττανικὰς στρατιωτικὰς δυνάμεις, ἃς ἀνήγγελλε τοῖς συναγωνισταῖς αὐτοῦ. Πρὸς τοῖσδε ἐστρατολόγει νέους ἀγωνιστάς.

Προδοθεὶς δὲ ἀνεχώρησεν εἰς τὸ ὄρος Τρόοδος ἐντεταγμένος εἰς ἔνοπλον σῶμα, τὸ ἐπονομαζόμενον «Οὐρανός». Οἱ συστρατιῶται ψευδωνύμως ἀπεκάλουν αὐτὸν «Ἀσκληπιόν», ὅτι ἦν ὁ ἰατρὸς τῶν τραυματιῶν, παραμυθούμενος καὶ θεραπεύων αὐτούς.

Ὁ ἀρχηγὸς τῶν Κυπρίων μαχητῶν, ὁ Διγενής, ἤτοι ὁ Γεώργιος Γρίβας, ἐπιγινώσκων τὴν τοῦ Σάββα ἐχεμύθειαν καὶ σωφροσύνην, ἐμηχανεύσατο ἓν τέχνασμα κατὰ τῶν Βρεττανῶν. Πειθόμενος δὲ τῷ ἀρχηγῷ ὁ Σάββας, ἐνεδύθη τὸ μοναχικὸν ῥάσον καὶ μετέβη εἰς τὴν Ἱερὰν Μονὴν Παναγίας τοῦ Κύκκου. Ἐκεῖ οὖν προσεποιεῖτο μὲν μονάζειν, ἀλλὰ τῷ ὄντι ἦν ἀγγελιαφόρος μυστικὸς τοῦ ἀρχηγοῦ.

Τῷ μηνὶ Μαΐῳ ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἕκτῳ (1956) Βρεττανοὶ στρατιῶται περιεκύκλωσαν τὴν Ἱερὰν Μονὴν ζητοῦντες τὸν ἀρχηγὸν Γεώργιον Γρίβαν. Τότε ἐγένετο ἓν θαῦμα· Ὁ ὅσιος Σάββας ἐζήτει, ἐν πίστει προσευχόμενος, τόπον ἀσφαλῆ διὰ τὰς ἐπιστολὰς τοῦ ἀρχηγοῦ. Τότε δὲ ἤκουσεν ἐκ τῆς ἱερᾶς εἰκόνος τῆς Θεοτόκου γλυκείας φωνῆς λεγούσης· εἰς τοῦτο τὸ σημεῖον. Προσκυνήσας δὲ τὴν εἰκόνα εἶπε· ὦ Παναγία, βοήθει μοι. Δίδωμι τῇ ἀγκάλῃ σου τὰ πολυτιμότερα τοῦ ἀγῶνος ἡμῶν. Δέομαι οὖν σου, φύλαξον ταῦτα. Τότε δὲ ὁρμησάμενοι οἱ ἐχθροὶ ἐντὸς τοῦ ἱεροῦ ναοῦ, ἐβεβήλωσαν αὐτὸν βλασφημοῦντες καὶ ἄγοντες τοὺς κύνας αὐτῶν κάτωθεν τῆς Ἁγίας Τραπέζης πρὸς ἔρευναν τῆς κρύπτης τοῦ ἀρχηγοῦ.

Ἀλλ’ ὁ δικαιοκρίτης Κύριος ἔδωκεν αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, ὅτι ἕτερον θαῦμα ἐγένετο· οἱ ἐχθροὶ εἶδον γυναῖκα μαυροφόρον ἐπιβαίνουσαν εἰς ὄνον καὶ ὁδεύουσαν ἐπί τινος δρομίσκου δυτικῶς τῆς Ἱερᾶς Μονῆς πρὸς τὸ δάσος. Νομίσαντες ταύτην ἀγγελιαφόρον τοῦ ἀρχηγοῦ Διγενοῦς, κατεδίωξαν αὐτήν. Ἀλλ’ ἡ γυνὴ ἐγένετο ἀόρατος.  Τότε δὲ οἱ βέβηλοι Βρεττανοί, οὐκ ἐννοοῦντες ὅτι ἡ γυνὴ αὕτη ἦν ἡ Παναγία, ἔβαλον πῦρ, ἵνα κατακαύσωσι τὴν ἀόρατον γυναῖκά τε καὶ τοὺς Κυπρίους μαχητάς. Τότε δὲ ὁ πνέων ἄνεμος ἐστράφη εἰς τοὺς Βρεττανούς, εἰς τὰ ὅπλα καὶ εἰς τὰ ὀχήματα αὐτῶν, καὶ αἱ πύριναι γλῶσσαι κατέκαυσαν ἅπαντα, καὶ δὴ τὰς βλασφήμους γλώσσας τῶν ἐχθρῶν.

Τῇ δεκάτῃ ἐνάτῃ τοῦ μηνὸς Ἰουλίου τοῦ αὐτοῦ ἔτους εἰσέβαλον πάλιν ἐν τῇ Ἱερᾷ Μονῇ Παναγίας τοῦ Κύκκου Βρεττανοὶ ἔχοντες σὺν αὐτοῖς τινα προδότην. Οὗτος ὁ προδότης οὐχ ὑπέμεινεν ἄχρι τέλους τὰς φρικτὰς βασάνους καὶ προὔδωκε τὴν δρᾶσιν τοῦ ὁσίου. Ὁδηγηθεὶς δὲ ὁ ὅσιος εἰς τὴν ἐν Πλάτραις εἱρκτὴν συνήντησε τῷ δυστύχῳ προδότῃ, ὅστις κλαίων πικρῶς εἶπε τῷ ὁσίῳ· ἐγὼ προὔδωκά σε διὰ τὰς ἀκαταπαύστους βασάνους. Τότε δὲ ὁ ὅσιος Σάββας σπλαγχνισθεὶς τὸν μετανοοῦντα εἶπεν αὐτῷ· οὐ μνησικακῶ σοι. Πρόσχες μὴ πάλιν τὸ αὐτὸ πράξῃς.

Μιμούμενος οὖν ὁ ὅσιος πατὴρ τὸν Χριστὸν καὶ τοὺς ἁγίους οὐκ εἶχε κακίαν, ἀλλὰ πνεῦμα θυσίας καὶ προσευχῆς, ὑπομένων ἐν σιωπῇ τὰ τῶν Βρεττανῶν δυναστῶν μαρτύρια. Παραμυθίαν ἔχων τὰ τοῦ Γυμνασίου μαθήματα, προθύμως ἐδιδάχθη ταῦτα ἐν τῇ εἱρκτῇ ὑπό τινων συναγωνιστῶν, οἵτινες ἦσαν διδάσκαλοι.

Καὶ ὃ μὲν ἐκάλυπτε τὴν πολεμικὴν αὐτοῦ δρᾶσιν, ἥτις ἀβέβαιος ἐφαίνετο τοῖς ἐχθροῖς, τοῦτο δ’ ἐφανέρου τὸν βέβαιον πόθον τῆς ἱερωσύνης, ἤτοι τὸ μοναχικὸν ῥάσον, ὃ ἐνεδιδύσκετο.

Οὗτος ὁ πόθος ἐνεδυναμώθη καὶ ὑπὸ τοῦ ὁράματος τούτου· διστάζων περὶ τῆς ἱερωσύνης, ἐφανερώθη τῷ ὁσίῳ στῦλος πυρὸς ἐκ γῆς ἄχρι οὐρανοῦ, ὅστις ἐδήλου τὸ ὕψος καὶ τὴν δύναμιν τῶν ἱερατικῶν εὐχῶν. Φοβούμενος δὲ ὁ ὅσιος εἶπε· ὦ Θεέ μου, τίς δύναται εἰσελθεῖν καὶ ἐξελθεῖν ἀβλαβὴς ἐκ τῆς καμίνου ταύτης; Ὦ Θεέ μου, ὦ Παναγία μου, προτιμότερόν μοί ἐστιν μὴ ἆραι τοιοῦτον ἀβάστακτον βάρος. Τότε δὲ ἠκούσθη ἐκ δεξιῶν αὐτοῦ φωνὴ γλυκυτάτη· ὦ τεκνίον, ἐὰν σύ, ὃν ὁ Υἱός μου διεφύλαξεν ἐν ψυχῇ καὶ σώματι ἁγνὸν, οὐχ ὑπηρετήσῃς τῷ Θεῷ, τίς τοῦτον ὑπηρετήσει; Ὁ πόρνος, ὁ μοιχός, ὁ κυβευτής, ὁ μέθυσος, ὁ βλάσφημος, ὁ ἄπιστος;  Τότε δὲ ἐν ἀπορίᾳ ὢν ὁ ὅσιος εἰ γένοιτ’ ἂν ἔγγαμος ἢ ἄγαμος ἱερεύς, φωνῆς ἤκουσε πάλιν λεγούσης· ὦ τεκνίον, ἄνοιξον τὴν Βίβλον τοῦ Υἱοῦ μου, καὶ οὗτος δείξει σοι τὸν δρόμον. Ποιήσας δὲ ὁ ὅσιος Σάββας τὸ σημεῖον τοῦ Σταυροῦ, προσεκύνησεν εὐλαβῶς τὴν Ἁγίαν Γραφὴν καὶ ἤνοιξεν αὐτήν. Ἡ Γραφὴ ἀνεῴχθη ἐν τῷ δεκάτῳ τετάρτῳ κεφαλαίῳ τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ ὁ ὅσιος πατὴρ ἀνέγνω· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὕτως οὖν ὁ Κύριος ἔδειξε τῷ ὁσίῳ Σάββᾳ τῆς ἁγιότητος τὸν δρόμον. Ἐπεὶ δὲ ἦν ταπεινός, οὐκ ἔλεγεν ὅτι αὐτὸς εἶδε τὸ ὅραμα τοῦτο, ἀλλ’ ἄλλος τις μοναχός, ὁ πατὴρ Βίκτωρ.

Τῆς Κύπρου ἐλευθερωθείσης ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἐνάτῳ (1959) ὁ ὅσιος Σάββας χειροτονεῖται ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄ διάκονος. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Ἀθήνας καὶ διδάσκεται τὴν ἐπιστήμην τῆς Φιλολογίας καὶ τῆς Θεολογίας, ἣν ἐκ νεότητος ἐπόθει. Πρὸς τοῖσδε μαθητεύει δύο ἔτη ἐν τῇ Νομικῇ Σχολῇ Ἀθηνῶν. Ἀλλ’ ἡ θύραθεν παιδεία οὐκ ἐλαττοῖ τὴν κατὰ Χριστόν, ὅτι ἡ θύραθεν θεραπαινὶς γίνεται τοῦ θείου κηρύγματος, ὃ ἀσκεῖ ἐν τῷ Ἱερῷ Ναῷ Μεταμορφώσεως τοῦ Σωτῆρος Βύρωνος.

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ (1964) χειροτονεῖται πρεσβύτερος ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Βρυξέλλας, ἵνα διδαχθῇ τὴν ἐπιστήμην τῆς Θεολογίας. Ἰατρὸς γενόμενος τῶν τετραυματισμένων συναγωνιστῶν αὐτοῦ, οὐ καταλείπει τοὺς τετρωμένους ὑπὸ τοῦ πονηροῦ διαβόλου ἀδελφοὺς χάριν τῆς ἐπιστήμης. Διὸ συγγράφει πραγματείαν περὶ τῆς ποιμαντικῆς τοῦ ἀσθενοῦς. Τὸ δὲ μέγιστον· ποιμαίνει τὸ ποίμνιον τῶν Ἑλλήνων τοῦ Βελγίου φυλάττων αὐτὸ ἀπὸ τῶν λύκων τῶν προβατοσχήμων, ἤτοι τῶν καλουμένων μαρτύρων τοῦ Ἰεχωβᾶ.

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ (1968) ὁ ὅσιος Σάββας μεταβαίνει εἰς Ἀθήνας, ὅπου διακονεῖ ἐν τῷ Ἱερῷ Ναῷ τοῦ νοσοκομείου τοῦ Εὐαγγελισμοῦ οὐ παυόμενος τῆς παραμυθίας τῶν ἀσθενῶν. Ἀλλ’ ὅσον ἀγαπᾷ τοὺς ἀσθενεῖς ἀδελφούς, τοσοῦτον ἀγαπᾷ καὶ τὴν πάσχουσαν αὐτοῦ πατρίδα. Διὸ κατὰ τὴν εἰσβολὴν τῶν Ἀγαρηνῶν εἰς τὴν Κύπρον ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ τετάρτῳ (1974) σπεύδει πολεμῆσαι αὐτοῖς.

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ (1976) ὁ ὅσιος Σάββας διακονεῖ εἰς τὸ ἱερὸν παρεκκλήσιον τοῦ Ἁγίου Κωνσταντίνου καὶ εἰς τὸ τοῦ Ἁγίου Στυλιανοῦ καὶ Ἁγίας Παρασκευῆς Καρέα Ἀττικῆς. Ἐκεῖ ἐρανίζει χρήματα πρὸς ἀνέγερσιν τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα. Ἀλλὰ ὁ κτίτωρ ναῶν κτίτωρ ψυχῶν ἀναδείκνυται. Ἀκαταπαύστως κατηχεῖ τοὺς νέους καὶ τοὺς ἐκεῖ πρόσφυγας ἐκ Ῥωσσίας διὰ τοῦ θείου κηρύγματος, οἵτινες μυοῦνται τὸ μυστήριον τῆς ἱερᾶς ἐξομολογήσεως. Πρὸς ἐπίρρωσιν τῶν ἔργων τούτων ἐρανίζει χρήματα καὶ πρὸς ἀνέγερσιν οἰκοδομήματός  τινος διὰ τὴν κατήχησιν, τὴν νεολαίαν καὶ τὰς ἑορτάς.

Ἐκεῖ ὁ στρατιώτης τῆς πατρίδος νῦν στρατιώτης τοῦ Χριστοῦ καταλέγεται, ὅτι θύει τὴν ζωὴν αὐτοῦ ὑπὲρ τοῦ ποιμνίου αὐτοῦ.

Ἐκεῖ ὁ νικητὴς κατὰ τῶν δυναστῶν νῦν νικητὴς κατὰ τῶν δαιμόνων στέφεται, ὅτι διὰ νηστείας, προσευχῆς καὶ τῶν εὐχῶν τῶν Ἁγίων Πατέρων τὸν ἀόρατον ἐχθρὸν καθίστησιν ὁρατόν. Διώκει δὲ αὐτὸν ἐκ τῶν δαιμονιζομένων δημοσίᾳ, ὥσπερ ὁ Κύριος, καὶ τὰς μαγγανείας τῶν μάγων διαλύει.  

Ἐκεῖ ὁ ἰατρὸς τῶν τραυματιῶν νῦν ἰατρὸς τῶν ψυχῶν γίνεται, ὅτι οὐ μόνον θεραπεύει διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας καὶ τοῦ σημείου τοῦ Σταυροῦ νόσους σωματικάς, ἀλλὰ διδάσκει τὴν μετάνοιαν τὴν ἰαματικήν, παραμυθεῖται καὶ ἐλεεῖ τοὺς κοπιῶντας καὶ πεφορτισμένους.

Ἐκεῖ ὁ θεολόγος νῦν κῆρυξ πάσης τῆς οἰκουμένης ἀναδείκνυται, ὅτι οὐ σαγηνεύει τὰ πλήθη ῥητορεύων, ἀλλὰ τρέφει αὐτὰ διὰ τοῦ θείου λόγου, συνετῶς χρώμενος ταῖς μηχαναῖς τῆς εἰκόνος καὶ τοῦ ἤχου. Συγγράφει βιβλία οὐ δι’ ὑστεροφημίαν, ἀλλ’ ἵνα ἐγγραφῶσι τὰ τέκνα αὐτοῦ ἐν τῇ Βίβλῳ τῆς Ζωῆς. Τοὺς θεοπνεύστους προφήτας καὶ τὴν Ἀποκάλυψιν τοῦ Ἰωάννου διδάσκει, οὐχ ἵνα φοβήσῃ τοὺς πιστοὺς, ἀλλ’ ἵνα καλέσῃ αὐτοὺς εἰς μετάνοιαν. Τὸ κοσμικὸν φρόνημα ἀρνεῖται, οὐχ ὅτι τοὺς ἁμαρτωλοὺς ἀποστάτας βδελύσσεται, ἀλλ’ ὅτι αὐτό ἐστι αἰτία τῆς κατὰ τοῦ Θεοῦ ἀποστασίας. Τοὺς ἐν τῇ πορνείᾳ δούλους ἐξαγοράζει καὶ ἐλευθεροῖ· τοὺς νεναρκωμένους ζωοποιεῖ· εἰς τοὺς ἐν τῇ ἀχλύϊ τοῦ πάθους τοῦ καπνοῦ πνεῦμα δρόσου ἐμφυσᾷ· τοῖς μεθύσοις ὕδωρ ζῶν δίδωσι πιεῖν· τοὺς βλασφημοῦντας προσηνῶς νουθετεῖ· τοὺς ἐν κοσμικοῖς ἐνδύμασι καὶ γεγυμνωμένους τὴν πανοπλίαν τοῦ Θεοῦ ἐνδύει πρὸς τὸ δύνασθαι αὐτοὺς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.  

Καὶ ὃ μὲν οὐκ ἠδυνήθησαν αἱ κραυγαί, αἱ ἀπειλαὶ καὶ αἱ ἐπιθέσεις τῶν πονηρῶν δαιμόνων, τοῦτο δ’ ἠδυνήθη ὁ φθόνος τῶν ἀνθρώπων. Ὁ ὅσιος Σάββας, μισούμενος, ὡς ὁ ἅγιος Νεκτάριος Πενταπόλεως καὶ ἄλλοι ἅγιοι, ἀπεχώρησεν ἐκ τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα, ὅπου διηκόνησεν ἐπὶ εἴκοσι ἐννέα ἔτη. Μεταβὰς δὲ εἰς Ἐπιτάλιον Ἠλείας ἐκήρυξε τὸν θεῖον λόγον εἰς τὴν Ἱερὰν Μονὴν Ζωοδόχου Πηγῆς καὶ ἐκοιμήθη ἐν Κυρίῳ τῇ Γ΄ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει δισχιλιοστῷ δεκάτῳ ἕκτῳ (2016).

Τ

αῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τ

ῇ πατρίδι, ὦ Σάββα,* ἐν καμίνῳ ἐρρίφθης αἰχμαλωτίσεως·* ἀλλ’ ὅμως οὐκ ἐφλέχθης* τῷ καύματι βασάνων,* ὅτι ὕμνον ἀνέμελπες·*   ὁ τῶν Πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.

ρεγόμενος, πάτερ,* μελῳδίας ἀρρήτου ἀκαταπαύστου τε* προσέπεσες οὐχ ὅλως* τοῦ κόσμου τοῖς εἰδώλοις* ἐν σαλπίγγων προστάγματι,* οἷς κοσμοκράτωρ ἡμᾶς* πλανᾷ καὶ ἀπολλύει.

Ν

εανίας εἰσῆλθες* ἐν φλογὶ τῆς καμίνου ἱερωσύνης σου,* ἀλλ’ ἄθικτος ἐξῆλθες·* τὸ πῦρ γὰρ περιβάλλον* τὴν τοῦ Βήματος Τράπεζαν* ἀπέδειξέ σε χρυσοῦν* τῆς Χάριτος δοχεῖον.

Θεοτοκίον.

αμάτων ἐκχέεις* τοὺς κρουνούς σου ἀφθόνους, ὦ Πανακήρατε,* ἣ ἄφθορος ἐδείχθης,* ὡς Παῖδες ἐν καμίνῳ* οἱ αἰνοῦντες καὶ ψάλλοντες·* ὁ τῶν Πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

μαρτιῶν τε* καὶ τῶν παθῶν μεταβάλλεις* τὴν πυρὰν εἰς τὸ πνεῦμα τῆς δρόσου* ταῖς σαῖς ἱκεσίαις* ὑπὲρ μετανοούντων.

Μ

υσταγωγίαις* καὶ ταῖς εὐχαῖς τῶν Πατέρων* θεραπείαν παρεῖχες ἀφθόνως* τοῖς φλογιζομένοις* εἰς κάμινον δαιμόνων.

πὸ τῶν μάγων* τῆς δυσμενοῦς ἐπηρείας* καὶ ἀπάτης διέσωσας, μάκαρ,* τοὺς ὑπερυψοῦντας* Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τ

ὴν Θεοτόκον* καὶ παναμώμητον Κόρην* στρατιαὶ τῶν ἀγγέλων ὑμνοῦσι* καὶ ὑπερυψοῦσιν* εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

σόκληρος ἐδείχθης,* πάτερ, ἀποστόλοις,* ὡς ἐκληρώθης κηρῦξαι χαρᾶς τὴν φωνὴν* τοῦ Γαβριὴλ ἀρχαγγέλου* τῇ Θεομήτορι.

Κ

ακίαν ἀλλοδόξων* πρὸς τὴν Παναγίαν* τῷ τῶν Γραφῶν καὶ ἀγάπης ῥαπίσματι σύ,* ὡς οἱ μεγάλοι Πατέρες,* Σάββα, ἐπάταξας.

 ἔχων ἐξαγνίσας* ὄμμα τῆς καρδίας* κατηξιώθης ἐμβλέπειν εἰς μόνην Ἁγνήν,* ἣν τῶν ἀγγέλων δυνάμεις* πᾶσαι θαυμάζουσι.

Θεοτοκίον.

Ν

ηδύϊ τῇ ἁγνῇ σου,* ἔλυσας κατάραν* τὴν τῇ ἐπάρσει τῆς Εὔας πεσοῦσαν βροτοῖς,*  πρὸς ἀρχαγγέλου τὸ ῥῆμα* ὁμοφωνήσασα.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Τ

ὴν ἀγνωσίαν ἔλυσας* περὶ τοῦ διαβόλου* ἔχων Γραφὰς καὶ ἄμεμπτον* βίον ἀντὶ ἐλαίου,* ὦ Σάββα ἄσβεστε λύχνε·* οὕτω καὶ νῦν αἰτοῦμεν* διδάσκειν σε τοῖς τέκνοις σου* τὴν Θεοῦ γνῶσιν, πάτερ, καὶ οὐ σοφῶν,* ὑφ’ ὧν δαίμων κρύπτει τὰς πανουργίας,* καὶ φώτιζε τοὺς πλάνητας,* ἵνα μετανοῶσι.

Θεοτοκίον.

Σ

ὺ ἡ λαμπὰς ἡ ἄσβεστος* παρθένων τῶν φρονίμων,* Μῆτερ Κυρίου, φώτισον* ὄμματα τῆς καρδίας* καὶ ταῦτα ποίησον ἄγρυπνα,* ἵν’ εἰς νυμφῶνα βῶμεν,* οὗ φῶς τῆς ἀναστάσεως* τὸ φαιδρόν, ἄδυτόν τε καὶ ζωηρὸν* ἐξ ἡλίου φέγγει δικαιοσύνης.* Ἡμᾶς τυχεῖν ἀξίωσον* τούτου, ὦ φωτοδόχε.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τ

ῆς σῆς ἁγνείας τεκούσης σὴν γενναιότητα* ἐλευθερίας πόθος* σὲ κατέλαβε, Σάββα,* νήσου τῶν Κυπρίων ὦ μαχητά,* Ἐκκλησίας ὦ πρόμαχε,* ὁ τὰς ὠδῖνας ἐκτρέπων ἁμαρτωλῶν* εἰς χαρὰν ἀπολυτρώσεως.

 προφητείας τῇ ῥάβδῳ παιδαγωγῶν πιστοὺς* καὶ τῇ ῥομφαίᾳ ταύτης* ἀσεβεῖς διελέγχων* κῆρυξ μετανοίας, Σάββα πατήρ,* ἀνεδείχθης θεόσδοτος* καὶ ἐν ἐσχάτοις τοῖς ἔτεσιν ὁδηγὸς* τῶν θερμῶς ἐπικαλούντων σε.

εριχοῦς τῶν σαλπίγγων ἰσχυροτέρα τε* ἡ σὴ φωνὴ ἠκούσθη* καὶ κραυγῶν ὀξυτέρα·* δαίμονας ἐκβάλλεις, Σάββα στερρέ,* ἱερῷ σου προστάγματι·* κατακρημνίζεις γὰρ τεῖχος ἁμαρτιῶν* σιγαλέαις σου δεήσεσιν.

λλοιωμένων ἐξ οἴνου καὶ τῆς πορνείας τε* καὶ βλασφημίας, μάκαρ,* κοσμικῶν ἐνδυμάτων,* σώματος τῆς νάρκης, κύβων, καπνοῦ,* τὴν εἰκόνα διέσωσας* τὴν τοῦ Θεοῦ τε καὶ Πλάστου, τὴν ἐν αὐτοῖς,* καὶ λιταῖς σου ἀνεστύλωσας.

Δόξα. Ἦχος πλ. α΄.

Π

ρογυμνασθεὶς ἐν μάχαις,* μηχανώμενος κρύφα,* τοῦ ἀοράτου ἐχθροῦ* τὰς μηχανὰς ἐφανέρωσας.* Ὡραιωθεὶς ἐν στίγμασι βαρβαρικοῖς,* στιγματηφόρους τῆς ἀνομίας ἐκάλλυνας.* Φάρμακα πρὸς ἡδονὴν οὐκ ἔδωκας αὐτοῖς,* ὥσπερ τοῖς συστρατιώταις σου.* Ἁμαρτωλοὺς γὰρ συνεχώρησας, ὡς οἱ Πατέρες·* οὐχ ἁμαρτίαν, ὡς ὁ κόσμος.* Οὕτω καὶ νῦν ἐπὶ τὰς ἐνηδόνους καὶ ἐνωδύνους πληγὰς* ἔλαιον ἀπόσταξον ἰαματικόν,* ἵν’ ἀπροσκόπτως δοξάζωμεν* τὸν ἰατρὸν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μ

ακαρίζομέν σε, Θεοτόκε Παρθένε,* καὶ δοξάζομέν σε* οἱ πιστοὶ κατὰ χρέος* τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον,* τὴν ἀρραγῆ προστασίαν* καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδή.

Ἀπόστολος· Ζήτει τῇ Ε΄ Δεκεμβρίου.

Προκείμενον. Ἦχος βαρύς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ.
Στίχος. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(ε΄ 22 - στ΄ 2)

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα (γ΄). Ἦχος πλ. β΄.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχος. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον· Κατὰ Ματθαῖον (κεφ. ια΄ 27 - 30). Ζήτει τῇ Ε΄ Δεκεμβρίου.

Ε

ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου... 

Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.



ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΤΟΥ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥΠΙΚΛΗΝ ΑΧΙΛΛΕΩΣ ΤΟΥ ΚΥΠΡΙΟΥ ΤΟΥ ΙΑΜΑΤΙΚΟΥ ΚΑΙ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΔΙΩΚΤΟΥ

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ Γ΄ Αὐγούστου.

 

Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.

 

Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸν ΡΜΒ΄ (142ον) Ψαλμόν.

Κ

ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ  ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Ἦχος δ΄.

Θ

εὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 ἑκατόνταρχος ὁμοῦ Χαναναίᾳ,* ὡς ὑποδείγματα στερρὰ τῆς ἐλπίδος,* τῶν αἰτημάτων πλήρωσιν ἀνεῦρον εὐθὺς* ἄνευ γε τῆς παρακλήσεως* μεσιτῶν καὶ δωρήματος.* Ὅμως ὑστερῶν αὐτῶν* οὐκ ἔχω παρρησίαν.* Τὴν σὴν πρεσβείαν ἔχοιμι ἀεί,* Σάββα οἰκτίρμον,* θυμίαμα εὔοσμον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ο

ὐ σιωπήσομέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τίς  ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;* Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50ὸς) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ εὐθὺς ὁ Κανών.

Ἦχος πλ. δ΄.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Γ

υμνὸς παρρησίας καὶ ἐνδεὴς*  πρὸς σὲ καταφεύγω μεσιτείαν ἐπιζητῶν∙* περίβαλε, πάτερ, ταῖς εὐχαῖς σου* καὶ τῇ στολῇ παρρησίας με ἔνδυσον.

ν κόλποις προστρέχων τοῖς πατρικοῖς,* ὡς ἄσωτος νέος, σωτηρίαν ἐπιποθῶ∙* τοῦ Πλάστου πλατύνων τὴν ἀγκάλην* ταῖς ἱκεσίαις ταῖς σαῖς με διάσωσον.

Τ

οῖς ἔργοις ἀρνούμενος τὸν Θεὸν* προσπίπτω σοι, Σάββα, συγκατάβασιν ἐκζητῶν∙* τὸν συγκαταβάντα σαρκωθῆναι·* ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου ἱκέτευε.

Θεοτοκίον.

Σ

κηνὴ θεοδόχος τοῦ Ἀβραὰμ* ἐδείχθης, Παρθένε, δεξαμένη τὸν Ἰησοῦν∙* τῶν ὑμνολογούντων τὸν Υἱόν σου* τὰς ἱκεσίας καὶ δάκρυα πρόσδεξαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ρετὴν σωφροσύνης ἀπὸ παιδὸς ἔδειξας* καὶ τῇ καθαρότητι βίου,* Σάββα, ἐνέμεινας·* διὸ ἱκέτευε νῦν* ἁμαρτιῶν ἐξ ἀγνοίας* μὴ μνησθῇ ὁ Κύριος* καὶ ἐκ νεότητος.

πολέμεις βαρβάροις δαυϊτικῶς, ὅσιε,* καί, ὡς ὁ ἀλείπτης, αἱ μάχαι* σὲ προεγύμνασαν,* ἵνα ῥωννύμενος νῦν* τῷ διαβόλῳ παλαίῃς* καὶ συντρίβῃς γόητας,* σύμμαχε ἄτρωτε.

Τ

ῆς ψυχῆς τὸ πεδίον ἐρημικὸν γέγονε* καὶ τῇ ἀκαρπίᾳ νοός μου* δείλαιος ἔζησα·* τὸν τῆς ἀνδρείας καρπόν,* τῶν ἀθλοφόρων τὸ κλέος,* τῷ θερμῶς ὑμνοῦντί σε*  βλάστησον, ἅγιε.

Θεοτοκίον.

Π

αμφαέστατε στῦλε, πανσθενουργὲ Δέσποινα,* σὺ τῶν ἀποστόλων τὸ στόμα,* θάρσος ἀκλόνητον,* ἐν τῷ φωτί σου, ἁγνή,* ἀποδιώκουσα φόβον* μαρτυρίας δύναμιν* δίδου τῷ δούλῳ σου.

 

Δ

ιάλυσον* τῶν πονηρῶν δαιμονίων τὰς  μεθοδείας,* ὅτι πάντες οἱ ἀσθενεῖς εἰς σὲ καταφεύγομεν,* ὡς σύμμαχον ἀσφαλῆ καὶ προστάτην.

πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

νάπτων παθῶν* τὴν ὕλην ῥαθυμίᾳ μου* τῷ ζόφῳ καπνοῦ* καλύπτω τὰ οὐράνια·* διὰ τοῦτο κράζω σοι·* πανοικτίρμον Σάββα, ἐκβλάστησον* τοῖς σοῖς δακρύοις ἄλσος ἀρετῶν* καὶ γνόφον τοῦ καύματος διάλυσον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Τ

οῦ ποιμνίου φειδόμενος* τῶν προβατοσχήμων ἡμᾶς ἀπάλλαξον* γαλουχῶν τοὺς σοὶ προσπίπτοντας* καὶ εἰς τόπον χλόης κατασκήνωσον.

Τ

ῶν σκοτίων αἱρέσεων* τοὺς πεπλανημένους ἐν ματαιότητι* μετανοίᾳ καταλάμπρυνον* ὡς ἀστὴρ τοῦ Πνεύματος πολύφωτος.

Τ

ῆς ἀγάπης ἀνάζεσιν* καὶ τῆς μετανοίας τὴν ἀναβάπτισιν* τῇ καρδίᾳ μου κατάπεμψον,* ἵν’ ἱκέτης γένωμαι εὐάρεστος.

Θεοτοκίον.

 πρεσβεία σου, Πάναγνε,* ὥσπερ τὸ εὐῶδες ἁγνὸν θυμίαμα,* ἀνυψοῦται καθαρίζουσα* ἐκ τῆς δυσωδίας τῶν παθῶν ἡμᾶς.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Τ

ὸ πικρὸν καὶ γλυκὺ μὲν* οὐκ ἐκ τῆς ἰδίας πηγῆς ἀναβλύζουσιν·* οὐδ’ ἐν χείλεσί μου* ἡ εὐχὴ καὶ κατάρα μοι ἔξεστι.* Τοίνυν ξήρανόν μου*  τῆς κατακρίσεως τὸ ῥεῦμα,* ἵνα ῥέει εὐχῆς μου ὁ χείμαρρος.

στρακίνῃ σου γλώσσῃ* οὐκ ἐν ῥητορείαις τὸν Λόγον ἐκήρυξας,* ἀλλ’ ἀποκαλύψει* τοὺς εὐγλώττους ἀγλώττους κατέδειξας.* Ὅθεν ἐξαἰτοῦμαι* ἐν τοῖς μωροῖς καὶ τοῖς νηπίοις* τῶν Γραφῶν ἀποκάλυψιν, ὅσιε.

ς γλυκύφωνος λύρα* τοῖς ἐν ταπεινώσει οἱ λόγοι σου ἤχησαν·* τοὺς μεγαλαυχοῦντας* ὡς ὀξύφωνος λῆρος ἠνώχλησαν.* Τοιγαροῦν μοι δίδου,* ἵνα μετέχω τῶν ἀγγέλων* ὑμνῳδίας, ὦ πάτερ, ἁπλότητα.

Θεοτοκίον.

Τ

ίς ἐπάξιος ὕμνος* ἀνυμνολογήσει σιγῆς τὸ ὑπόδειγμα;*  Ταπεινοφροσύνην* καὶ σιγὴν τῆς σοφίας ἐνίσχυσον,* οὐ σεμνοτυφίας,* τῆς ἀπορίας καὶ τοῦ δόλου·* καὶ κραυγῆς σιγαλέας μου ἄκουσον.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

Δ

ιάνοιξον τὴν νωθρὰν καρδίαν μου* ὡς διήνοιξας γραφὰς τὰς ἁγίας·* ὅτι βαρὺ τοῦ νοός μου τὸ ὄμμα,* ἐσκοτισμένον τῷ πλήθει τῶν πτώσεων.* Κατάπεμψον οὖν φωτισμὸν* τὸν φλογίζοντα πάθη σκοτόεντα.

ς ἄγγελος ἀβλαβῆ με τήρησον* ταῖς ἐσχάταις μὴ προσκόψω ἐνέδραις.* Προφητειῶν ἀποκάλυψιν δίδου* καὶ φωτισμὸν καὶ διάκρισιν χάρισαι,* ἐσχάτων χρόνων ὁδηγέ,* πλανωμένων ἡ ῥάβδος καὶ στήριγμα.

Τ

ὸ ἄροτρον σῶν χειλέων ἔσπειρε* καὶ σὰ δάκρυα ἐπλήθυναν σπόρον,* ἀλλ’ ὁ ἐχθρὸς ταῖς μερίμναις τοῦ βίου* καὶ ἡδοναῖς ἀποπνίγει τοὺς στάχυας.* Ἐκρίζωσον ἐμῆς ψυχῆς* τῶν παθῶν τὰ ζιζάνια, ὅσιε.

Θεοτοκίον.

 τόμος, ἐν ᾧ ὁ Λόγος γέγραπται,* σὺ ὑπάρχεις, Θεομῆτορ Παρθένε·* εἴθε ἐμῇ μὲν καρδίᾳ ἐγγράψαις* εὐαγγελίου τὴν πίστιν ἀκράδαντον,* τῇ βίβλῳ δὲ τῇ τῆς ζωῆς* ἐγχαράξαις τὸν δοῦλον σου, Πάναγνε.

 

 

Δ

ιάλυσον* τῶν πονηρῶν δαιμονίων τὰς  μεθοδείας,* ὅτι πάντες οἱ ἀσθενεῖς εἰς σὲ καταφεύγομεν,* ὡς σύμμαχον ἀσφαλῆ καὶ προστάτην.

χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον* ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

ν ταῖς χείλεσιν εὐχαριστίαν παράσχου μοι·* αἱ ἀσθένειαι γὰρ τοῦ Κυρίου ἐπίσκεψις,* ἵνα παίδευσιν ἐν ἡμῖν παράσχῃ πατρικήν·* διὸ κράτυνον ὡς κραταιὸς* τὴν ἐγκαρτέρησιν ἡμῶν* τῶν θερμῶς ἐκβοώντων σοι·* τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν* Σάββα προστάτα ἀσθενῶν* καὶ πιστῶν ὦ παράκλησι.

Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (στ΄ 17-23).

Ζήτει τὴν Ε΄ Δεκεμβρίου.

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ἦχος β΄.

Δόξα.

Τ

αῖς τοῦ σοῦ ὁσίου* πρεσβείαις, ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Τ

αῖς τῆς Θεοτόκου* πρεσβείαις, ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

να θεραπεύσῃς με, ἐκακοπάθησας, πάτερ,* ἐν πτωχείᾳ ἔζησας,* ἵν’ ἡμεῖς οἱ ἄθλιοι θησαυρίσωμεν·* καὶ ἡμᾶς ἔθρεψας* ἐν τῇ σῇ νηστείᾳ,* κατηλλάγης τοῖς μισοῦσί σε,* δακρύοις ηὔφρανας* τοὺς τὰς συμφορὰς ὑπομένοντας,* τὴν δίωξιν ἐδέξω τε καὶ τὰς ἀδικίας ὑπήνεγκας,* ἵν’ ὑπηρετήσῃς τοῖς πάσχουσι μιμούμενος Χριστὸν* ταῖς μακαρίαις πρεσβείαις σου* ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εὐθὺς δὲ μετὰ τὴν ἐκφώνησιν· Ἐλέει καὶ οἰκτιρμοῖς...

αἱ λοιπαὶ ᾠδαὶ τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

νακούφιζε, πάτερ,* τοῦ σταυροῦ μου τὸ βάρος καὶ τῶν πταισμάτων μου,* ὡς Σίμων Κυρηναῖος,* βοήθειαν παρέχων* καὶ κατάπαυσιν πτώσεων,* ὦ ὑπηρέτα πιστῶν,* θεράπον τοῦ Κυρίου.

Λ

ογισμῶν τῶν ἀλόγων* χαλινὸν ἐγκρατῆ καὶ καρτερικώτατον* ἐντείνεις ταῖς λιταῖς σου* ἐν ὥρᾳ πειρασμοῦ μου* παραγγέλλων εἰς αἴνεσιν·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.

κ δυνάστου ψυχῆς μου* ἀπολύτρωσαί με ταῖς ἱκεσίαις σου,* τὸ θάρρος ἵνα λάβω* δυνάστας τῆς πατρίδος* ταπεινῶσαι φρυάξαντας·* καὶ τῶν μαρτύρων ἐμοὶ*  τὴν δύναμιν παράσχου.

Θεοτοκίον.

λευθέρας πατρίδος* ἀπολαύειν, ὦ Μῆτερ, ἡμᾶς ἀξίωσον* τοὺς πίστει σε ὑμνοῦντας* ὡς σκέπην καὶ προστάτιν* προτυποῦσα τὴν λύτρωσιν* τῆς οὐρανίου ἡμῶν* πατρίδος, Θεοτόκε.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τ

ὰς συνηθείας* τὰς κοσμικὰς οὐκ ἐκκόπτων* διδασκάλῳ νηστείας προσπίπτω,* ἵνα με διδάξῃς* νηστείας σου τὸν ζῆλον.

Κ

ατὰ δαιμόνων* καὶ λογικῶς, οὐκ ἀλόγως,* τὴν ὀργήν μου ἐγείρειν καὶ πάθη* καταξίωσόν με* μεσότητα παρέχων.

ντὶ μαχαίρας* τῆς ἐγκρατείας τὸν πόθον,* προσευχὴν ἀντ’ ἀσπίδος παράσχου,* ἵνα λυτρωθῶμεν* ἐκ βέλους τῶν δαιμόνων.

Θεοτοκίον.

Τ

ῶν δαιμονίων* καὶ φαρμακῶν ἀποπλύνεις* μοχθηρίας τὰ φίλτρα εὐχαῖς σου* καὶ τοῖς σοῖς δακρύοις,* Παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Α

ἰσχύνην μοι παράσχου* ἕνεκ’ ἀνομίας,* οὐ μετανοίας, πανεύφημε Σάββα σεπτέ,* ἵν’ ἀσωμάτων χορεῖαι* μή με βδελύσσωνται.

Τ

ὴν ἴασιν ἐκχέεις* νόσων ἰοβόλων* καὶ ἐκ παντοίων κακώσεων σῴζεις ἀεί,* ἵν’ ἀπροσκόπτως ἐν ὕμνοις* Θεὸν δοξάζωμεν.

Ε

ἰρήνευε ἀρχόντων* καὶ ἀρχιερέων* τὰς διανοίας, ὦ Σάββα ἐχέφρον, ἀεί,* ἀπὸ παντοίων σκανδάλων* ἵνα ἀπέχωσιν.

Θεοτοκίον.

πέλασον τελώνας* τοὺς λυσσομανοῦντας* καταβαλοῦσα τὸ λύτρον ψυχῆς τῆς ἐμῆς* ἐν τῷ καιρῷ τῆς ἐξόδου,* Μῆτερ Πανάχραντε.

Καὶ εὐθὺς τό·

ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.*  Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δ

αιμονιζομένων ὁ λυτρωτὴς* καὶ τοῦ σοῦ ποιμνίου ἀκατάβλητος πρεσβευτὴς* σὺν τῇ Θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις* ὑπάρχεις, ὦ θεόφρον Σάββα πανύμνητε.

Χ

αίροις Κύπρου καύχημα ἱερόν,* ὁ ὑπὲρ πατρίδος καὶ τῆς πίστεως πολεμῶν∙* ἐν ἐπουρανίῳ πατρίδι νῦν ὑπάρχων* τοὺς δαίμονας διώκεις,* Σάββα στερρόψυχε.

Τ

ῶν πεπλανημένων ὁ ὁδηγός,* πιστῶν βακτηρία, πολεμίων ὁ ἐλεγκτής,* ἴασις νοσούντων καὶ σάλπιγξ μετανοίας,* τὸ τάλαντόν σου ηὖξας, Σάββα πανόλβιε.

Κ

ατατετρωμένος παρὰ Χριστοῦ* τῆς θείας ἀγάπης οὐρανίων ἐπιθυμῶν* φρόνημα τοῦ κόσμου νενίκηκας γενναίως* γενόμενος, ὦ μάκαρ, πάντων ὁ ἔσχατος.

Τ

οῖς εὐλαβεστάτοις καὶ ταπεινοῖς* κρουνὸς ἰαμάτων, ἀναστάσεως ἡ σφραγὶς* σὺν ἡγιασμένῳ τῷ Σάββᾳ νῦν ὑπάρχει* καὶ σὺν τῷ Γεωργίῳ, Σάββα, τὸ μνῆμά σου.

Π

ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (ἐκ γ΄).

Δόξα... Καὶ νῦν...

Π

αναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Π

άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τ

ῇ πατρίδι, τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι,* Σάββα, ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας∙* νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ* ἐπάταξας δαιμόνων τὴν ὁρμήν·* τῶν πατέρων, ἀποστόλων καὶ προφητῶν* τὰ ῥήματα ἐκήρυξας.* Χαίροις, τῆς Κύπρου βλάστημα σεπτόν·* χαίροις, πιστῶν ἡ ἀντίληψις·* χαίροις, ὁ ταῖς εὐχαῖς σου πρὸς Θεὸν* βρύων ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Σ

άββα, ὡς ταχέως ἐκπληρῶν* τῶν χριστιανῶν τὰς αἰτήσεις* ὡς συμφερόντως αὐτοῖς,* πάντες οἱ ἀνάξιοι πρὸς σέ, πανύμνητε,* ἀναπέμπομεν χείλεσι* καὶ πνεύματι αἶνον,* πίστει ἐκδεχόμενοι τὰ σὰ θαυμάσια·* πάτερ, ὡς ἀστέρων τὰ πλήθη,* ἄμετρον σὸν ἔλεος φαίνεις* καὶ εὐεργεσίας σου, φιλεύσπλαγχνε.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ


ΕΝ ΑΘΗΝΑΙΣ 2020

 

 


Σχόλια