Αναρτήσεις

Προβολή αναρτήσεων από Μάρτιος, 2023

Ἀκολουθία καὶ Παρακλητικὸς Κανὼν τοῦ Ὁσίου Σάββα τοὐπίκλην Ἀχιλλέως, τοῦ Ἰαματικοῦ καὶ τῶν δαιμόνων Διώκτου

ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥΠΙΚΛΗΝ ΑΧΙΛΛΕΩΣ ΤΟΥ ΚΥΠΡΙΟΥ ΤΟΥ ΙΑΜΑΤΙΚΟΥ ΚΑΙ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΔΙΩΚΤΟΥ Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ Γ΄ Αὐγούστου. Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.   ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν. Ν οερῶς παιανίσωμεν* στρατιώτην θεάρεστον,* τὸν ἐχθροὺς καὶ δαίμονας ἐκνικήσαντα·* καὶ ταπεινῶς ἀκουσώμεθα τὸν ἔνθεον κήρυκα,* ὃς σαλπίζει καὶ καλεῖ* τραυματίας εἰς ἴασιν,* εἰς μετάνοιαν,* εἰς ἐλπίδα, εἰς πίστιν, εἰς ἀγάπην,* καὶ τοῦ Σάββα ταῖς πρεσβείαις* καθοπλισθέντες μαχώμεθα. Ἐ πὶ πᾶσαν τὴν δύναμιν* τοῦ ἐχθροῦ ὑπερίσχυσας* ἐξουσίαν ἔχων παρὰ Θεοῦ ἡμῶν* κατακρημνίζειν τὸν τύραννον ἐξ ὕψους εἰς βάραθρον·* διὸ πάντες οἱ πιστοὶ* ἀνυμνοῦμέν σε, ἅγιε,* ἀλλ’ οὐκ ἔχαιρες* διὰ τοῦτο· σὺ δὲ ἠγαλλιάσθης* ὅτι Κύριος ἐγγράφει* ἐν οὐρανοῖς τὸ σὸν ὄνομα. Ὡ ς μισθόν σου ἐνόμιζες* τὸ φυλάττειν μὲν ποίμνην σου*...